Home >  Passages > Aristophanes Ecclesiazusae 1144-1162

Blepyrus goes off to celebrate, and the Chorus commend their play to the judges
Βλέπυροςοὔκουν ἅπασι δῆτα γενναίως ἐρεῖς
καλεῖς γέροντα μειράκιον παιδίσκον; ὡς
τὸ δεῖπνον αὐτοῖς ἐστ’ ἐπεσκευασμένον
ἁπαξάπασιν, ἢν ἀπίωσιν οἴκαδε.
ἐγὼ δὲ πρὸς τὸ δεῖπνον ἤδη ’πείξομαι·
ἔχω δέ τοι καὶ δᾷδα ταυτηνὶ καλῶς.
Χορόςτί δῆτα διατρίβεις ἔχων, ἀλλ’ οὐκ ἄγεις
τασδὶ λαβών; ἐν ὅσῳ δὲ καταβαίνεις, ἐγὼ
ἐπᾴσομαι μέλος τι μελλοδειπνικόν.
σμικρὸν δ’ ὑποθέσθαι τοῖς κριταῖσι βούλομαι.
τοῖς σοφοῖς μὲν τῶν σοφῶν μεμνημένοις κρίνειν ἐμέ,
τοῖς γελῶσι δ’ ἡδέως διὰ τὸν γέλων κρίνειν ἐμέ·
σχεδὸν ἅπαντας οὖν κελεύω δηλαδὴ κρίνειν ἐμέ,
μηδὲ τὸν κλῆρον γενέσθαι μηδὲν ἡμῖν αἴτιον,
ὅτι προείληχ’· ἀλλὰ πάντα ταῦτα χρὴ μεμνημένους
μὴ ’πιορκεῖν ἀλλὰ κρίνειν τοὺς χοροὺς ὀρθῶς ἀεί,
μηδὲ ταῖς κακαῖς ἑταίραις τὸν τρόπον προσεικέναι,
αἳ μόνον μνήμην ἔχουσι τῶν τελευταίων ἀεί.
προλαγχάνω - be allotted first performance
(1B 1 2001)

Download a pdf of this passage


Constructions illustrated in this passage: