Home >  Passages > Lysias 21 6-10 (SAJT)

The speaker recalls his successful command of the trireme which he had equipped for the city
ἡ ναῦς ἄριστά μοι ἔπλει παντὸς τοῦ στρατοπέδου. τεκμήριον δὲ τούτου ὑμῖν μέγιστον ἐρῶ.

πρῶτον μὲν γὰρ Ἀλκιβιάδης, ὃν ἐγὼ περὶ πολλοῦ ἂν ἐποιησάμην μὴ συμπλεῖν μοι, οὔτε φίλος ὢν οὔτε συγγενὴς οὔτε φυλέτης ἔπλει ἐπὶ τῆς ἐμῆς νεώς. καίτοι ὑμᾶς οἶμαι εἰδέναι ὅτι στρατηγὸς ὤν, ᾧ ἐξῆν ποιεῖν ὅ τι ἐβούλετο, οὐκ ἄν ποτε ἀνέβη ἐπ᾽ ἄλλην ναῦν εἰ μὴ τὴν ἄριστα πλέουσαν, μέλλων αὐτὸς κινδυνεύσειν.

καίτοι οὕτω παρεσκευασμένην τριήρη πόσα οἴεσθε ἀνηλωκέναι χρήματα; ἢ πόσα τοὺς πολεμίους εἰργάσθαι κακά; ἢ πόσα τὴν πόλιν εὖ πεποιηκέναι; τεκμήριον δὲ τούτου μέγιστον: ὅτε γὰρ ἐν τῇ τελευταίᾳ ναυμαχία αἱ νῆες διεφθάρησαν, οὐδενός μοι συμπλέοντος στρατηγοῦ ἐγὼ τήν τε ἐμαυτοῦ ναῦν ἐκόμισα καὶ τὴν Ναυσιμάχου τοῦ Φαληρέως ἔσωσα.

καὶ ταῦτα οὐκ ἀπὸ τύχης ἐγίγνετο, ἀλλ᾽ ἀπὸ παρασκευῆς τῆς ἐμῆς: εἶχον γὰρ χρήμασι πείσας κυβερνήτην Φαντίαν ἅπαντα τὸν χρόνον, ὃς ἐδόκει τῶν Ἑλλήνων ἄριστος εἶναι.
ἀναλίσκω: (here) I cost
εἰργάσθαι: pf. inf. of ἐργάζομαι

Download a pdf of this passage


This passage has no constructions associated with it yet