Home >  Passages > Sophocles Antigone 1155-1173

The messenger arrives to announce Haemon's death
Ἄγγελος
Κάδμου πάροικοι καὶ δόμων Ἀμφίονος,
οὐκ ἔσθ’ ὁποῖον στάντ’ ἂν ἀνθρώπου βίον
οὔτ’ αἰνέσαιμ’ ἂν οὔτε μεμψαίμην ποτέ.
τύχη γὰρ ὀρθοῖ καὶ τύχη καταρρέπει
τὸν εὐτυχοῦντα τόν τε δυστυχοῦντ’ ἀεί·
καὶ μάντις οὐδεὶς τῶν καθεστώτων βροτοῖς.
Κρέων γὰρ ἦν ζηλωτός, ὡς ἐμοί, ποτέ,
σώσας μὲν ἐχθρῶν τήνδε Καδμείαν χθόνα
λαβών τε χώρας παντελῆ μοναρχίαν
ηὔθυνε, θάλλων εὐγενεῖ τέκνων σπορᾷ·
καὶ νῦν ἀφεῖται πάντα. τὰς γὰρ ἡδονὰς
ὅταν προδῶσιν ἄνδρες, οὐ τίθημ’ ἐγὼ
ζῆν τοῦτον, ἀλλ’ ἔμψυχον ἡγοῦμαι νεκρόν.
πλούτει τε γὰρ κατ’ οἶκον, εἰ βούλει, μέγα
καὶ ζῆ τύραννον σχῆμ’ ἔχων· ἐὰν δ’ ἀπῇ
τούτων τὸ χαίρειν, τἄλλ’ ἐγὼ καπνοῦ σκιᾶς
οὐκ ἂν πριαίμην ἀνδρὶ πρὸς τὴν ἡδονήν.

Χορός
τί δ’ αὖ τόδ’ ἄχθος βασιλέων ἥκεις φέρων;

Ἄγγελος
τεθνᾶσιν. οἱ δὲ ζῶντες αἴτιοι θανεῖν.
(1B 2 2011 Seen)

Download a pdf of this passage


This passage has no constructions associated with it yet