Home >  Passages > Homer Iliad 5.121-134
| Athena enables Diomedes to behold the gods on the Trojan side; he may not fight any of them except Aphrodite. |
| ὣς ἔφατ’ εὐχόμενος· τοῦ δ’ ἔκλυε Παλλὰς Ἀθήνη, γυῖα δ’ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν· ἀγχοῦ δ’ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα· θαρσῶν νῦν Διόμηδες ἐπὶ Τρώεσσι μάχεσθαι· ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἧκα ἄτρομον, οἷον ἔχεσκε σακέσπαλος ἱππότα Τυδεύς· ἀχλὺν δ’ αὖ τοι ἀπ’ ὀφθαλμῶν ἕλον ἣ πρὶν ἐπῆεν, ὄφρ’ εὖ γιγνώσκῃς ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα. τὼ νῦν αἴ κε θεὸς πειρώμενος ἐνθάδ’ ἵκηται μή τι σύ γ’ ἀθανάτοισι θεοῖς ἀντικρὺ μάχεσθαι τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη ἔλθῃσ’ ἐς πόλεμον, τήν γ’ οὐτάμεν ὀξέϊ χαλκῷ. ἣ μὲν ἄρ’ ὣς εἰποῦσ’ ἀπέβη γλαυκῶπις Ἀθήνη, Τυδεΐδης δ’ ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη |
| ἄτρομος, -ον (adj.): “fearless”, “intrepid” ἀχλύς, -ύος (f.): “mist” |
| (1A 1 2010) |
Download a pdf of this passage
This passage has no constructions associated with it yet