| Φα. | ἀλλ’ ἐκποδὼν ἄπελθε καὶ σαυτῆς πέρι |
| φρόντιζ’· ἐγὼ γὰρ τἀμὰ θήσομαι καλῶς. |
| ὑμεῖς δέ, παῖδες εὐγενεῖς Τροζήνιαι, |
| τοσόνδε μοι παράσχετ’ ἐξαιτουμένῃ, |
| σιγῇ καλύψαθ’ ἁνθάδ’ εἰσηκούσατε. |
| Χο. | ὄμνυμι σεμνὴν Ἄρτεμιν, Διὸς κόρην, |
| μηδὲν κακῶν σῶν ἐς φάος δείξειν ποτέ. |
| Φα. | καλῶς ἔλεξας· ἓν δὲ πρὸς τούτοις ἐρῶ͂· |
| εὕρημα δῆτα τῆσδε συμφορᾶς ἔχω, |
| ὥστ’ εὐκλεᾶ μὲν παισὶ προσθεῖναι βίον |
| αὐτή τ’ ὀνάσθαι πρὸς τὰ νῦν πεπτωκότα. |
| οὐ γάρ ποτ’ αἰσχυνῶ γε Κρησίους δόμους |
| οὐδ’ ἐς πρόσωπον Θησέως ἀφίξομαι |
| αἰσχροῖς ἐπ’ ἔργοις οὕνεκα ψυχῆς μιᾶς. |
| Χο. | μέλλεις δὲ δὴ τί δρᾶν ἀνήκεστον κακόν; |
| Φα. | θανεῖν· ὅπως δέ, τοῦτ’ ἐγὼ βουλεύσομαι. |
| Χο. | εὔφημος ἴσθι. Φα. καὶ σύ γ’ εὖ με νουθέτει. |
| ἐγὼ δὲ Κύπριν, ἥπερ ἐξόλλυσί με, |
| ψυχῆς ἀπαλλαχθεῖσα τῇδ’ ἐν ἡμέρᾳ |
| τέρψω· πικροῦ δ’ ἔρωτος ἡσσηθήσομαι. |
| ἀτὰρ κακόν γε χἀτέρῳ γενήσομαι |
| θανοῦσ’, ἵν’ εἰδῇ μὴ ’πὶ τοῖς ἐμοῖς κακοῖς |
| ὑψηλὸς εἶναι· τῆς νόσου δὲ τῆσδέ μοι |
| κοινῇ μετασχὼν σωφρονεῖν μαθήσεται. |