| Φαίδρα | ὦ τλῆμον, οἷον, μῆτερ, ἠράσθης ἔρον. |
| Τροφός | ὃν ἔσχε ταύρου, τέκνον, ἢ τί φῂς τόδε; |
| Φαίδρα | σύ τ’, ὦ τάλαιν’ ὅμαιμε, Διονύσου δάμαρ. |
| Τροφός | τέκνον, τί πάσχεις; συγγόνους κακορροθεῖς; |
| Φαίδρα | τρίτη δ’ ἐγὼ δύστηνος ὡς ἀπόλλυμαι. |
| Τροφός | ἔκ τοι πέπληγμαι· ποῖ προβήσεται λόγος; |
| Φαίδρα | ἐκεῖθεν ἡμεῖς, οὐ νεωστί, δυστυχεῖς. |
| Τροφός | οὐδέν τι μᾶλλον οἶδ’ ἃ βούλομαι κλύειν. |
| Φαίδρα | φεῦ· |
| πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν; |
| Τροφός | οὐ μάντις εἰμὶ τἀφανῆ γνῶναι σαφῶς. |
| Φαίδρα | τί τοῦθ’ ὃ δὴ λέγουσιν ἀνθρώπους ἐρᾶν; |
| Τροφός | ἥδιστον, ὦ παῖ, ταὐτὸν ἀλγεινόν θ’ ἅμα. |
| Φαίδρα | ἡμεῖς ἂν εἶμεν θατέρῳ κεχρημένοι. |
| Τροφός | τί φῄς; ἐρᾷς, ὦ τέκνον; ἀνθρώπων τίνος; |
| Φαίδρα | ὅστις ποθ’ οὗτός ἐσθ’, ὁ τῆς Ἀμαζόνος. . . |
| Τροφός | Ἱππόλυτον αὐδᾷς; |
| Φαίδρα | σοῦ τάδ’, οὐκ ἐμοῦ κλύεις. |
| Τροφός | οἴμοι, τί λέξεις, τέκνον; ὥς μ’ ἀπώλεσας. |
| γυναῖκες, οὐκ ἀνασχέτ’, οὐκ ἀνέξομαι |
| ζῶσ’· ἐχθρὸν ἦμαρ, ἐχθρὸν εἰσορῶ φάος. |
| ῥίψω μεθήσω σῶμ’, ἀπαλλαχθήσομαι |
| βίου θανοῦσα· χαίρετ’, οὐκέτ’ εἴμ’ ἐγώ. |
| οἱ σώφρονες γάρ, οὐχ ἑκόντες ἀλλ’ ὅμως, |
| κακῶν ἐρῶσι. Κύπρις οὐκ ἄρ’ ἦν θεός, |
| ἀλλ’ εἴ τι μεῖζον ἄλλο γίγνεται θεοῦ, |
| ἣ τήνδε κἀμὲ καὶ δόμους ἀπώλεσεν. |