Home >  Passages > Euripides Heracles 206-221

Amphitryon pleads with the new king of Thebes to spare Heracles’ children.
παῖδας δὲ δὴ τί τούσδ’ ἀποκτεῖναι θέλεις;
τί σ’ οἵδ’ ἔδρασαν; ἕν τί σ’ ἡγοῦμαι σοφόν,
εἰ τῶν ἀρίστων τἄκγον’ αὐτὸς ὢν κακὸς
δέδοικας. ἀλλὰ τοῦθ’ ὅμως ἡμῖν βαρύ,
210εἰ δειλίας σῆς κατθανούμεθ’ εἵνεκα,
ὃ χρῆν σ’ ὑφ’ ἡμῶν τῶν ἀμεινόνων παθεῖν,
εἰ Ζεὺς δικαίας εἶχεν εἰς ἡμᾶς φρένας.
εἰ δ’ οὖν ἔχειν γῆς σκῆπτρα τῆσδ’ αὐτὸς θέλεις,
ἔασον ἡμᾶς φυγάδας ἐξελθεῖν χθονός·
215βίᾳ δὲ δράσῃς μηδέν, ἢ πείσῃ βίαν,
ὅταν θεοῦ σοι πνεῦμα μεταβαλὸν τύχῃ.
φεῦ·
ὦ γαῖα Κάδμου· καὶ γὰρ ἐς σὲ ἀφίξομαι
λόγους ὀνειδιστῆρας ἐνδατούμενος·
τοιαῦτ’ ἀμύνεθ’ Ἡρακλεῖ τέκνοισί τε;
ὃς εἷς Μινύαισι πᾶσι διὰ μάχης μολὼν
Θήβαις ἔθηκεν ὄμμ’ ἐλεύθερον βλέπειν.
τἄκγον’ = τὰ ἔκγονα
ἐνδατέομαι – ‘deal out’
(1A 1 2013)

Download a pdf of this passage


This passage has no constructions associated with it yet