Home >  Passages > Euripides Hecuba 1157-1175

Polymestor relates his woes
ὅσαι δὲ τοκάδες ἦσαν, ἐκπαγλούμεναι
τέκνʼ ἐν χεροῖν ἔπαλλον, ὡς πρόσω πατρὸς
γένοιντο, διαδοχαῖς ἀμείβουσαι χερῶν·
κᾆτʼ ἐκ γαληνῶν — πῶς δοκεῖς; — προσφθεγμάτων
εὐθὺς λαβοῦσαι φάσγανʼ ἐκ πέπλων ποθὲν
κεντοῦσι παῖδας, αἱ δὲ πολεμίων δίκην
ξυναρπάσασαι τὰς ἐμὰς εἶχον χέρας
καὶ κῶλα· παισὶ δʼ ἀρκέσαι χρῄζων ἐμοῖς,
εἰ μὲν πρόσωπον ἐξανισταίην ἐμόν,
κόμης κατεῖχον, εἰ δὲ κινοίην χέρας,
πλήθει γυναικῶν οὐδὲν ἤνυον τάλας.
τὸ λοίσθιον δέ, πῆμα πήματος πλέον,
ἐξειργάσαντο δείνʼ· ἐμῶν γὰρ ὀμμάτων,
πόρπας λαβοῦσαι, τὰς ταλαιπώρους κόρας
κεντοῦσιν, αἱμάσσουσιν· εἶτʼ ἀνὰ στέγας
φυγάδες ἔβησαν· ἐκ δὲ πηδήσας ἐγὼ
θὴρ ὣς διώκω τὰς μιαιφόνους κύνας,
ἅπαντʼ ἐρευνῶν †τοῖχον ὡς κυνηγέτης†
βάλλων ἀράσσων.

Download a pdf of this passage


This passage has no constructions associated with it yet