Home >  Passages > Euripides Hecuba 812-830
| Hecuba begs Agamemnon for mercy |
| οἴμοι τάλαινα, ποῖ μʼ ὑπεξάγεις πόδα; ἔοικα πράξειν οὐδέν· ὦ τάλαινʼ ἐγώ. τί δῆτα θνητοὶ τἄλλα μὲν μαθήματα μοχθοῦμεν ὡς χρὴ πάντα καὶ ματεύομεν, Πειθὼ δὲ τὴν τύραννον ἀνθρώποις μόνην οὐδέν τι μᾶλλον ἐς τέλος σπουδάζομεν μισθοὺς διδόντες μανθάνειν, ἵνʼ ἦν ποτε πείθειν ἅ τις βούλοιτο τυγχάνειν θʼ ἅμα; πῶς οὖν ἔτʼ ἄν τις ἐλπίσαι πράξειν καλῶς; οἱ μὲν γὰρ ὄντες παῖδες οὐκέτʼ εἰσί μοι, αὕτη δʼ ἐπʼ αἰσχροῖς αἰχμάλωτος. οἴχομαι· καπνὸν δὲ πόλεως τόνδʼ ὑπερθρῴσκονθʼ ὁρῶ. καὶ μήν — ἴσως μὲν τοῦ λόγου κενὸν τόδε, Κύπριν προβάλλειν· ἀλλʼ ὅμως εἰρήσεται· πρὸς σοῖσι πλευροῖς παῖς ἐμὴ κοιμίζεται ἡ φοιβάς, ἣν καλοῦσι Κασάνδραν Φρύγες. ποῦ τὰς φίλας δῆτʼ εὐφρόνας δείξεις, ἄναξ, ἢ τῶν ἐν εὐνῇ φιλτάτων ἀσπασμάτων χάριν τίνʼ ἕξει παῖς ἐμή, κείνης δʼ ἐγώ; |
Download a pdf of this passage
This passage has no constructions associated with it yet