Home >  Passages > Euripides Hecuba 1-15
| The ghost of Polydorus introduces himself |
| Ἥκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλας λιπών, ἵνʼ ᾍδης χωρὶς ᾤκισται θεῶν, Πολύδωρος, Ἑκάβης παῖς γεγὼς τῆς Κισσέως Πριάμου τε πατρός, ὅς μʼ, ἐπεὶ Φρυγῶν πόλιν κίνδυνος ἔσχε δορὶ πεσεῖν Ἑλληνικῷ, δείσας ὑπεξέπεμψε Τρωικῆς χθονὸς Πολυμήστορος πρὸς δῶμα Θρῃκίου ξένου, ὃς τήνδʼ ἀρίστην Χερσονησίαν πλάκα σπείρει, φίλιππον λαὸν εὐθύνων δορί. πολὺν δὲ σὺν ἐμοὶ χρυσὸν ἐκπέμπει λάθρᾳ πατήρ, ἵνʼ, εἴ ποτʼ Ἰλίου τείχη πέσοι, τοῖς ζῶσιν εἴη παισὶ μὴ σπάνις βίου. νεώτατος δʼ ἦ Πριαμιδῶν, ὃ καί με γῆς ὑπεξέπεμψεν· οὔτε γὰρ φέρειν ὅπλα οὔτʼ ἔγχος οἷός τʼ ἦ νέῳ βραχίονι. |
Download a pdf of this passage
This passage has no constructions associated with it yet