Home >  Passages > Εuripides Bacchae 769–786

Pentheus is unmoved by pleas to allow the worship of Dionysus, and calls for an attack on the Bacchants.
ΑΓΓΕΛΟΣ ΧΟΡΟΣ ΠΕΝΘΕΥΣ
Ἀγγ. τὸν δαίμον’ οὖν τόνδ’, ὅστις ἔστ’, ὦ δέσποτα,
δέχου πόλει τῇδ’· ὡς τά τ’ ἄλλ’ ἐστὶν μέγας
κἀκεῖνό φασιν αὐτόν, ὡς ἐγὼ κλύω,
τὴν παυσίλυπον ἄμπελον δοῦναι βροτοῖς.
οἴνου δὲ μηκέτ’ ὄντος οὐκ ἔστιν Κύπρις
οὐδ’ ἄλλο τερπνὸν οὐδὲν ἀνθρώποις ἔτι.
Χο. ταρβῶ μὲν εἰπεῖν τοὺς λόγους ἐλευθέρους
πρὸς τὸν τύραννον, ἀλλ’ ὅμως εἰρήσεται·
∆ιόνυσος ἥσσων οὐδενὸς θεῶν ἔφυ.
Πε. ἤδη τόδ’ ἐγγὺς ὥστε πῦρ ὑφάπτεται
ὕβρισμα βακχῶν, ψόγος ἐς Ἕλληνας μέγας.
ἀλλ’ οὐκ ὀκνεῖν δεῖ· στεῖχ’ ἐπ’ Ἠλέκτρας ἰὼν
πύλας· κέλευε πάντας ἀσπιδηφόρους
ἵππων τ’ ἀπαντᾶν ταχυπόδων ἐπεμβάτας
πέλτας θ’ ὅσοι πάλλουσι καὶ τόξων χερὶ
ψάλλουσι νευράς, ὡς ἐπιστρατεύσομεν
βάκχαισιν· οὐ γὰρ ἀλλ’ ὑπερβάλλει τάδε,
εἰ πρὸς γυναικῶν πεισόμεσθ’ ἃ πάσχομεν.
ὥστε: here = ὡς “as”, “like”
Ἠλέκτρας πύλαι: the Electran Gates, one of the Seven Gates of Thebes ἀπαντάω: “gather”, “assemble”
πέλτη, -ης, ἡ: “light shield”
ψάλλω: “twang”, “pluck”
οὐ γὰρ ἀλλά: translate “surely”, “indeed”
(1B 1 2009)

Download a pdf of this passage


This passage has no constructions associated with it yet