Home >  Passages > Euripides Bacchae 266-285

Teiresias advises Pentheus not to ridicule Dionysus.
ὅταν λάβῃ τις τῶν λόγων ἀνὴρ σοφὸς
καλὰς ἀφορμάς, οὐ μέγ’ ἔργον εὖ λέγειν·
σὺ δ’ εὔτροχον μὲν γλῶσσαν ὡς φρονῶν ἔχεις,
ἐν τοῖς λόγοισι δ’ οὐκ ἔνεισί σοι φρένες.
θράσει δὲ δυνατὸς καὶ λέγειν οἷός τ’ ἀνὴρ
κακὸς πολίτης γίγνεται νοῦν οὐκ ἔχων.
οὗτος δ’ ὁ δαίμων ὁ νέος, ὃν σὺ διαγελαῖς,
οὐκ ἂν δυναίμην μέγεθος ἐξειπεῖν ὅσος
καθ’ Ἑλλάδ’ ἔσται. δύο γάρ, ὦ νεανία,
τὰ πρῶτ’ ἐν ἀνθρώποισι· Δημήτηρ θεά—
Γῆ δ’ ἐστίν, ὄνομα δ’ ὁπότερον βούλῃ κάλει·
αὕτη μὲν ἐν ξηροῖσιν ἐκτρέφει βροτούς·
ὃς δ’ ἦλθ’ ἔπειτ’, ἀντίπαλον ὁ Σεμέλης γόνος
βότρυος ὑγρὸν πῶμ’ ηὗρε κἀσηνέγκατο
θνητοῖς, ὃ παύει τοὺς ταλαιπώρους βροτοὺς
λύπης, ὅταν πλησθῶσιν ἀμπέλου ῥοῆς,
ὕπνον τε λήθην τῶν καθ’ ἡμέραν κακῶν
δίδωσιν, οὐδ’ ἔστ’ ἄλλο φάρμακον πόνων.
οὗτος θεοῖσι σπένδεται θεὸς γεγώς,
ὥστε διὰ τοῦτον τἀγάθ’ ἀνθρώπους ἔχειν.
βότρυς, -υος, ὁ: here = grapes
πῶμα, -τος, τό: here = drink
ῥοή, -ῆς, ἡ: stream
(1B 1 2014)

Download a pdf of this passage


This passage has no constructions associated with it yet