Home >  Passages > Achilles Tatius Leucippe and Cleitophon 1.3.5-1.4.1
| How political are the Greek novels? |
| περιδεὴς οὖν ἀναθορὼν ἐκ τοῦ δείματος φράζω μὲν πρὸς οὐδένα, κατ’ ἐμαυτὸν δὲ πονηρὰ ἐσκεπτόμην. ἐν δὲ τούτῳ συμβαίνει τοιάδε. ἦν ἀδελφός, ὡς ἔφην, τοῦ πατρὸς Σώστρατος. παρὰ τούτου τις ἔρχεται κομίζων ἐπιστολὴν ἀπὸ Βυζαντίου, καὶ ἦν τὰ γεγραμμένα τοιάδε· Ἱππίᾳ τῷ ἀδελφῷ χαίρειν Σώστρατος. ἥκουσι πρὸς σὲ θυγάτηρ ἐμὴ Λευκίππη καὶ Πάνθεια γυνή· πόλεμος γὰρ περιελαύνει Βυζαντίους Θρᾳκικός· σῶζε δέ μοι τὰ φίλτατα τοῦ γένους μέχρι τῆς τοῦ πολέμου τύχης. ταῦτα ὁ πατὴρ ἀναγνοὺς ἀναπηδᾷ |
| (1B 5 2016) |
Download a pdf of this passage
This passage has no constructions associated with it yet