Home >  Passages > Aristophanes Acharnians 507-519

ἀλλ ̓ ἐσμὲν αὐτοὶ νῦν γε περιεπτισμένοι·
τοὺς γὰρ μετοίκους ἄχυρα τῶν ἀστῶν λέγω.
ἐγὼ δὲ μισῶ μὲν Λακεδαιμονίους σφόδρα,
καὐτο<ῖσιν αὖθ>ις οὑπὶ Ταινάρῳ θεός
σείσας ἅπασιν ἐμβάλοι τὰς οἰκίας·
κἀμοὶ γάρ ἐστιν ἀμπέλια κεκομμένα.
ἀτάρ, φίλοι γὰρ οἱ παρόντες ἐν λόγῳ,
τί ταῦτα τοὺς Λάκωνας αἰτιώμεθα;
ἡμῶν γὰρ ἄνδρες—οὐχὶ τὴν πόλιν λέγω·
μέμνησθε τοῦθ ̓, ὅτι οὐχὶ τὴν πόλιν λέγω—,
ἀλλ ̓ ἀνδράρια μοχθηρὰ παρακεκομμένα,
ἄτιμα καὶ παράσημα καὶ παράξενα,
ἐσυκοφάντει Μεγαρέων τὰ χλανίσκια.

Download a pdf of this passage


This passage has no constructions associated with it yet