| καὶ ὃς τὸ μὲν πρῶτον ὤκνει τε καὶ οὐ πάνυ ἤθελεν ἀποκρίνασθαι· ἔπειτα μέντοι εἶπεν ὅτι οἷ δοκοῖ σωφροσύνη εἶναι τὸ κοσμίως πάντα πράττειν καὶ ἡσυχῇ, ἔν τε ταῖς ὁδοῖς βαδίζειν καὶ διαλέγεσθαι, καὶ τὰ ἄλλα πάντα ὡσαύτως ποιεῖν. καί μοι δοκεῖ, ἔφη, συλλήβδην ἡσυχιότης τις εἶναι ὃ ἐρωτᾷς |
| And he at first was hesitant and didn't want to answer. But then he said that he thought that moderation was doing everything quietly and in an orderly fashion. |
| Plato Charmides 159b (87) |
| οὗτος τοίνυν εἰς τοῦτο ἦλθεν ὕβρεως ὥστ’ οὐ πρότερον ἠθέλησεν ἀπελθεῖν, πρὶν αὐτὸν ἡγούμενοι δεινὰ ποιεῖν οἱ παραγενόμενοι καὶ οἱ μετ’ αὐτοῦ ἐλθόντες, ἐπὶ παῖδας κόρας καὶ ὀρφανὰς εἰσιόντα, ἐξήλασαν βίᾳ. |
| He reached such lengths of depravity that he was not willing to leave until the onlookers and those who had accompanied him, thinking that he was behaving terribly by breaking in on girls and orphans, dragged him away forcibly. |
| Lysias Speeches 3.7 (100) |
Download these examples as a pdf