Κρέων |
σὺ δ’, ἣ κατ’ οἴκους ὡς ἔχιδν’ ὑφειμένη |
| λήθουσά μ’ ἐξέπινες, οὐδ’ ἐμάνθανον |
| τρέφων δύ’ ἄτα κἀπαναστάσεις θρόνων, |
| φέρ’, εἰπὲ δή μοι, καὶ σὺ τοῦδε τοῦ τάφου |
| φήσεις μετασχεῖν, ἢ ’ξομεῖ τὸ μὴ εἰδέναι; |
Ἰσμήνη |
δέδρακα τοὔργον, εἴπερ ἥδ’ ὁμορροθεῖ |
| καὶ ξυμμετίσχω καὶ φέρω τῆς αἰτίας. |
Ἀντιγόνη |
ἀλλ’ οὐκ ἐάσει τοῦτό γ’ ἡ δίκη σ’, ἐπεὶ |
| οὔτ’ ἠθέλησας οὔτ’ ἐγὼ ’κοινωσάμην. |
Ἰσμήνη |
ἀλλ’ ἐν κακοῖς τοῖς σοῖσιν οὐκ αἰσχύνομαι |
| ξύμπλουν ἐμαυτὴν τοῦ πάθους ποιουμένη. |
Ἀντιγόνη |
ὧν τοὔργον, Ἅιδης χοἰ κάτω ξυνίστορες· |
| λόγοις δ’ ἐγὼ φιλοῦσαν οὐ στέργω φίλην. |
Ἰσμήνη |
μήτοι, κασιγνήτη, μ’ ἀτιμάσῃς τὸ μὴ οὐ |
| θανεῖν τε σὺν σοὶ τὸν θανόντα θ’ ἁγνίσαι. |
Ἀντιγόνη |
μή μοι θάνῃς σὺ κοινὰ μηδ’ ἃ μὴ ’θιγες |
| ποιοῦ σεαυτῆς. ἀρκέσω θνῄσκουσ’ ἐγώ. |
Ἰσμήνη |
καὶ τίς βίος μοι σοῦ λελειμμένῃ φίλος; |
Ἀντιγόνη |
Κρέοντ’ ἐρώτα· τοῦδε γὰρ σὺ κηδεμών. |
Ἰσμήνη |
τί ταῦτ’ ἀνιᾷς μ’, οὐδὲν ὠφελουμένη; |
Ἀντιγόνη |
ἀλγοῦσα μὲν δῆτ’ εἰ γελῶ γ’ ἐν σοὶ γελῶ. |
Ἰσμήνη |
τί δῆτ’ ἂν ἀλλὰ νῦν σ’ ἔτ’ ὠφελοῖμ’ ἐγώ; |
Ἀντιγόνη |
σῶσον σεαυτήν· οὐ φθονῶ σ’ ὑπεκφυγεῖν. |
Ἰσμήνη |
οἴμοι τάλαινα, κἀμπλάκω τοῦ σοῦ μόρου; |
Ἀντιγόνη |
σὺ μὲν γὰρ εἵλου ζῆν, ἐγὼ δὲ κατθανεῖν. |