Home >  Passages > Plato Hippias Minor 365b-365d

Socrates and Hippias discuss a quotation from Iliad 9 in which Achilles tells Odysseus how much he hates those who say one thing and think another.
Ἱππίας ἐν τούτοις δηλοῖ τοῖς ἔπεσιν τὸν τρόπον ἐκατέρου τοῦ ἀνδρός, ὡς ὁ μὲν Ἀχιλλεὺς εἴη ἀληθής τε καὶ ἁπλοῦς, ὁ δὲ Ὀδυσσεὺς πολύτροπός τε καὶ ψευδής· ποιεῖ γὰρ τὸν Ἀχιλλέα εἰς τὸν Ὀδυσσέα λέγοντα ταῦτα τὰ ἔπη.
Σωκράτηςνῦν ἤδη, ὦ Ἱππία, κινδυνεύω μανθάνειν ὃ λέγεις· τὸν πολύτροπον ψευδῆ λέγεις, ὥς γε φαίνεται.
Ἱππίαςμάλιστα, ὦ Σώκρατες· τοιοῦτον γὰρ πεποίηκεν τὸν Ὀδυσσέα Ὅμηρος πολλαχοῦ καὶ ἐν Ἰλιάδι καὶ ἐν Ὀδυσσείᾳ.
Σωκράτηςἐδόκει ἄρα, ὡς ἔοικεν, Ὁμήρῳ ἕτερος μὲν εἶναι ἀνὴρ ἀληθής, ἕτερος δὲ ψευδής, ἀλλ’ οὐχ ὁ αὐτός.
Ἱππίαςπῶς γὰρ οὐ μέλλει, ὦ Σώκρατες;
Σωκράτηςἦ καὶ σοὶ δοκεῖ αὐτῷ, ὦ Ἱππία;
Ἱππίαςπάντων μάλιστα· καὶ γὰρ ἂν δεινὸν εἴη εἰ μή.
Σωκράτηςτὸν μὲν Ὅμηρον τοίνυν ἐάσωμεν, ἐπειδὴ καὶ ἀδύνατον ἐπανερέσθαι τί ποτε νοῶν ταῦτα ἐποίησεν τὰ ἔπη· σὺ δ’ ἐπειδὴ φαίνῃ ἀναδεχόμενος τὴν αἰτίαν, καὶ σοὶ συνδοκεῖ ταῦτα ἅπερ φῂς Ὅμηρον λέγειν, ἀπόκριναι κοινῇ ὑπὲρ Ὁμήρου τε καὶ σαυτοῦ.
Ἱππίαςἔσται ταῦτα· ἀλλ’ ἐρώτα ἔμβραχυ ὅτι βούλει.
δηλοῖ - the subject of this verb is Homer
ἁπλοῦς, ῆ, οῦν - simple, open, frank
κινδυνεύω - here 'be likely to' + inf
ἐπανερέσθαι < ἐπανερωτάω - ask again
ἀναδέχομαι τὴν αἰτίαν - accept responsibility for i.e. assume his role
ἔμβραχυ - briefly
(1B 2 2009)

Download a pdf of this passage


Constructions illustrated in this passage: