Home >  Passages > Homer Odyssey 13 291-310
Athena compares herself to Odysseus and gives him some help. |
“κερδαλέος κ’ εἴη καὶ ἐπίκλοπος ὅς σε παρέλθοι ἐν πάντεσσι δόλοισι, καὶ εἰ θεὸς ἀντιάσειε. σχέτλιε, ποικιλομῆτα, δόλων ἆτ’, οὐκ ἄρ’ ἔμελλες, οὐδ’ ἐν σῇ περ ἐὼν γαίῃ, λήξειν ἀπατάων μύθων τε κλοπίων, οἵ τοι πεδόθεν φίλοι εἰσίν. ἀλλ’ ἄγε, μηκέτι ταῦτα λεγώμεθα, εἰδότες ἄμφω κέρδε’, ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχ’ ἄριστος ἁπάντων βουλῇ καὶ μύθοισιν, ἐγὼ δ’ ἐν πᾶσι θεοῖσι μήτι τε κλέομαι καὶ κέρδεσιν· οὐδὲ σύ γ’ ἔγνως Παλλάδ’ Ἀθηναίην, κούρην Διός, ἥ τέ τοι αἰεὶ ἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω, καὶ δέ σε Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκα, νῦν αὖ δεῦρ’ ἱκόμην, ἵνα τοι σὺν μῆτιν ὑφήνω χρήματά τε κρύψω, ὅσα τοι Φαίηκες ἀγαυοὶ ὤπασαν οἴκαδ’ ἰόντι ἐμῇ βουλῇ τε νόῳ τε, εἴπω θ’ ὅσσα τοι αἶσα δόμοις ἔνι ποιητοῖσι κήδε’ ἀνασχέσθαι· σὺ δὲ τετλάμεναι καὶ ἀνάγκῃ, μηδέ τῳ ἐκφάσθαι μήτ’ ἀνδρῶν μήτε γυναικῶν, πάντων, οὕνεκ’ ἄρ’ ἦλθες ἀλώμενος, ἀλλὰ σιωπῇ πάσχειν ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.” |
κλέομαι- be famous |
(1B 1 2000) |
Download a pdf of this passage
Constructions illustrated in this passage:
- circumstantial participles (sentence 200)
- μέλλω (sentence 200)