Home >  Passages > Homer Odyssey 6 236-257

Nausicaa realises that Odysseus is an important guest and takes care of him accordingly.
ἕζετ’ ἔπειτ’ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,
κάλλεϊ καὶ χάρισι στίλβων· θηεῖτο δὲ κούρη.
δή ῥα τότ’ ἀμφιπόλοισιν ἐυπλοκάμοισι μετηύδα·
“κλῦτέ μευ, ἀμφίπολοι λευκώλενοι, ὄφρα τι εἴπω.
οὐ πάντων ἀέκητι θεῶν, οἳ Ὄλυμπον ἔχουσιν,
Φαιήκεσσ’ ὅδ’ ἀνὴρ ἐπιμίσγεται ἀντιθέοισι·
πρόσθεν μὲν γὰρ δή μοι ἀεικέλιος δέατ’ εἶναι,
νῦν δὲ θεοῖσιν ἔοικε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴη
ἐνθάδε ναιετάων, καὶ οἱ ἅδοι αὐτόθι μίμνειν.
ἀλλὰ δότ’, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε.”

ὣς ἔφαθ’, αἱ δ’ ἄρα τῆς μάλα μὲν κλύον ἠδ’ ἐπίθοντο,
πὰρ δ’ ἄρ’ Ὀδυσσῆι ἔθεσαν βρῶσίν τε πόσιν τε.
ἦ τοι ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεὺς
ἁρπαλέως· δηρὸν γὰρ ἐδητύος ἦεν ἄπαστος.
αὐτὰρ Ναυσικάα λευκώλενος ἄλλ’ ἐνόησεν·
εἵματ’ ἄρα πτύξασα τίθει καλῆς ἐπ’ ἀπήνης,
ζεῦξεν δ’ ἡμιόνους κρατερώνυχας, ἂν δ’ ἔβη αὐτή,
ὤτρυνεν δ’ Ὀδυσῆα, ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν·
“ὄρσεο δὴ νῦν, ξεῖνε, πόλινδ’ ἴμεν ὄφρα σε πέμψω
πατρὸς ἐμοῦ πρὸς δῶμα δαΐφρονος, ἔνθα σέ φημι
πάντων Φαιήκων εἰδησέμεν ὅσσοι ἄριστοι.

Download a pdf of this passage


This passage has no constructions associated with it yet