Home >  Passages > Homer Iliad 7.37-53
Apollo and Athena decide to suggest a plan of action to Hector, which is relayed by the seer Helenus. |
τὴν δ’ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων· Ἕκτορος ὄρσωμεν κρατερὸν μένος ἱπποδάμοιο, ἤν τινά που Δαναῶν προκαλέσσεται οἰόθεν οἶος ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι, οἳ δέ κ’ ἀγασσάμενοι χαλκοκνήμιδες Ἀχαιοὶ οἶον ἐπόρσειαν πολεμίζειν Ἕκτορι δίῳ. ὣς ἔφατ’, οὐδ’ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη. τῶν δ’ Ἕλενος Πριάμοιο φίλος παῖς σύνθετο θυμῷ βουλήν, ἥ ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι· στῆ δὲ παρ’ Ἕκτορ’ ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν· Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε ἦ ῥά νύ μοί τι πίθοιο, κασίγνητος δέ τοί εἰμι· ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς, αὐτὸς δὲ προκάλεσσαι Ἀχαιῶν ὅς τις ἄριστος ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι· οὐ γάρ πώ τοι μοῖρα θανεῖν καὶ πότμον ἐπισπεῖν· ὣς γὰρ ἐγὼ ὄπ’ ἄκουσα θεῶν αἰειγενετάων. |
οἰόθεν - alone (adv), emphasising οἶος ἀντίβιον - man to man (adv) ἄγαμαι - marvel, here 'be angry', 'be indignant' ἐφανδάνω - be pleasing to (with dat) μητιόεις, εσσα, εν - adj. deriving from μῆτις ἀτάλαντος, η, ον - equal to ἐφέπω, 2. aor. ἐφέσπον - encounter (with acc as direct object) ὄψ, ὀπός, ἡ - voice |
(1B 2 2009) |
Download a pdf of this passage
Constructions illustrated in this passage:
- the potential optative (sentence 248)
- ἐαν as 'in the hope that' (sentence 248)
- the hortative subjunctive (sentence 248)