Home >  Passages > Euripides Suppliants 513-24 526-530

Theseus tells Adrastus to bury the dead
σῖγ’, Ἄδραστ’, ἔχε στόμα,
καὶ μὴ ’πίπροσθεν τῶν ἐμῶν τοὺς σοὺς λόγους
θῇς· οὐ γὰρ ἥκει πρὸς σὲ κηρύσσων ὅδε,
ἀλλ’ ὡς ἔμ’· ἡμᾶς κἀποκρίνασθαι χρεών.
καὶ πρῶτα μέν σε πρὸς τὰ πρῶτ’ ἀμείψομαι.
οὐκ οἶδ’ ἐγὼ Κρέοντα δεσπόζοντ’ ἐμοῦ
οὐδὲ σθένοντα μεῖζον, ὥστ’ ἀναγκάσαι
δρᾶν τὰς Ἀθήνας ταῦτ’· ἄνω γὰρ ἂν ῥέοι
τὰ πράγμαθ’ οὕτως, εἰ ’πιταξόμεσθα δή.
πόλεμον δὲ τοῦτον οὐκ ἐγὼ καθίσταμαι,
ὃς οὐδὲ σὺν τοῖσδ’ ἦλθον ἐς Κάδμου χθόνα·
νεκροὺς δὲ τοὺς θανόντας, οὐ βλάπτων πόλιν
θάψαι δικαιῶ, τὸν Πανελλήνων νόμον
σῴζων. τί τούτων ἐστὶν οὐ καλῶς ἔχον;
εἰ γάρ τι καὶ πεπόνθατ’ Ἀργείων ὕπο,
τεθνᾶσιν, ἠμύνασθε πολεμίους καλῶς,
αἰσχρῶς δ’ ἐκείνοις, χἡ δίκη διοίχεται.
(1A 2 2000)

Download a pdf of this passage


Constructions illustrated in this passage: