Home >  Passages > Euripides Rhesus 147-165

Hector asks for a volunteer to spy on the Greeks
Αἰνείας: πέμφ’ ὡς τάχιστα· νῦν γὰρ ἀσφαλῶς φρονεῖς.
σὺν σοὶ δ’ ἔμ’ ὄψῃ καρτεροῦνθ’, ὅταν δέῃ.
Ἕκτωρ:τίς δῆτα Τρώων οἳ πάρεισιν ἐν λόγῳ
θέλει κατόπτης ναῦς ἐπ’ Ἀργείων μολεῖν;
τίς ἂν γένοιτο τῆσδε γῆς εὐεργέτης;
τίς φησιν; οὔτοι πάντ’ ἐγὼ δυνήσομαι
πόλει πατρῴᾳ συμμάχοις θ’ ὑπηρετεῖν.
Δόλων:ἐγὼ πρὸ γαίας τόνδε κίνδυνον θέλω
ῥίψας κατόπτης ναῦς ἐπ’ Ἀργείων μολεῖν,
καὶ πάντ’ Ἀχαιῶν ἐκμαθὼν βουλεύματα
ἥξω· ἐπὶ τούτοις τόνδ’ ὑφίσταμαι πόνον.
Ἕκτωρ: ἐπώνυμος μὲν κάρτα καὶ φιλόπτολις
Δόλων· πατρὸς δὲ καὶ πρὶν εὐκλεᾶ δόμον
νῦν δὶς τόσως ἔθηκας εὐκλεέστερον.
Δόλων: οὐκοῦν πονεῖν μὲν χρή, πονοῦντα δ’ ἄξιον
μισθὸν φέρεσθαι. παντὶ γὰρ προσκείμενον
κέρδος πρὸς ἔργῳ τὴν χάριν τίκτει διπλῆν.
Ἕκτωρ: ναί, καὶ δίκαια ταῦτα κοὐκ ἄλλως λέγω.
τάξαι δὲ μισθόν, πλὴν ἐμῆς τυραννίδος.
(1A 1 2006)

Download a pdf of this passage


Constructions illustrated in this passage: