Iokasta asks her son Polyneices what it feels like to be deprived of one's own fatherland |
Ἰοκάστη |
τί τὸ στέρεσθαι πατρίδος; ἦ κακὸν μέγα; |
Πολυνείκης |
μέγιστον· ἔργῳ δ’ ἐστὶ μεῖζον ἢ λόγῳ. |
Ἰοκάστη |
τίς ὁ τρόπος αὐτοῦ; τί φυγάσιν τὸ δυσχερές; |
Πολυνείκης |
ἓν μὲν μέγιστον, οὐκ ἔχει παρρησίαν. |
Ἰοκάστη |
δούλου τόδ’ εἶπας, μὴ λέγειν ἅ τις φρονεῖ. |
Πολυνείκης |
τὰς τῶν κρατούντων ἀμαθίας φέρειν χρεών. |
Ἰοκάστη |
καὶ τοῦτο λυπρόν, συνασοφεῖν τοῖς μὴ σοφοῖς. |
Πολυνείκης |
ἀλλ’ ἐς τὸ κέρδος παρὰ φύσιν δουλευτέον. |
Ἰοκάστη |
αἱ δ’ ἐλπίδες βόσκουσι φυγάδας, ὡς λόγος. |
Πολυνείκης |
καλοῖς βλέπουσαί γ’ ὄμμασιν, μέλλουσι δέ. |
Ἰοκάστη |
οὐδ’ ὁ χρόνος αὐτὰς διεσάφησ’ οὔσας κενάς; |
Πολυνείκης |
ἔχουσιν Ἀφροδίτην τιν’ ἡδεῖαν κακῶν. |
Ἰοκάστη |
πόθεν δ’ ἐβόσκου, πρὶν γάμοις εὑρεῖν βίον; |
Πολυνείκης |
ποτὲ μὲν ἐπ’ ἦμαρ εἶχον, εἶτ’ οὐκ εἶχον ἄν. |
Ἰοκάστη |
φίλοι δὲ πατρὸς καὶ ξένοι σ’ οὐκ ὠφέλουν; |
Πολυνείκης |
εὖ πρᾶσσε· τὰ φίλων δ’ οὐδέν, ἤν τι δυστυχῇς. |
|
|
παρρησία, -ας ἡ - freedom of speech
Ἀφροδίτην - here 'desire', 'longing'
|
(1B 2 2010) |
Download a pdf of this passage
Constructions illustrated in this passage: