Home >  Passages > Demosthenes Against Meidias 21.222-225

It is the power of the laws which gives authority to the jurors.
μηδαμῶς, ὦ ἄνδρες δικασταί, μὴ προδῶτε μήτ’ ἐμὲ μήθ’ ὑμᾶς αὐτοὺς μήτε τοὺς νόμους. καὶ γὰρ αὐτὸ τοῦτ’ εἰ ’θέλοιτε σκοπεῖν καὶ ζητεῖν, τῷ ποτ’ εἰσὶν ὑμῶν οἱ ἀεὶ δικάζοντες ἰσχυροὶ καὶ κύριοι τῶν ἐν τῇ πόλει πάντων, ἐάν τε διακοσίους ἐάν τε χιλίους ἐάν θ’ ὁποσουσοῦν ἡ πόλις καθίσῃ, οὔτε τῷ μεθ’ ὅπλων εἶναι συντεταγμένοι μόνοι τῶν ἄλλων πολιτῶν, εὕροιτ’ ἄν, οὔτε τῷ τὰ σώματ’ ἄριστ’ ἔχειν καὶ μάλιστ’ ἰσχύειν, οὔτε τῷ τὴν ἡλικίαν εἶναι νεώτατοι, οὔτε τῶν τοιούτων οὐδενί, ἀλλὰ τῷ τοὺς νόμους ἰσχύειν.

ἡ δὲ τῶν νόμων ἰσχὺς τίς ἐστιν; ἆρ’ ἐάν τις ὑμῶν ἀδικούμενος ἀνακράγῃ, προσδραμοῦνται καὶ παρέσονται βοηθοῦντες; οὔ· γράμματα γὰρ γεγραμμέν’ ἐστί, καὶ οὐχὶ δύναιντ’ ἂν τοῦτο ποιῆσαι. τίς οὖν ἡ δύναμις αὐτῶν ἐστιν; ὑμεῖς ἐὰν βεβαιῶτ’ αὐτοὺς καὶ παρέχητε κυρίους ἀεὶ τῷ δεομένῳ. οὐκοῦν οἱ νόμοι θ’ ὑμῖν εἰσιν ἰσχυροὶ καὶ ὑμεῖς τοῖς νόμοις. δεῖ τοίνυν τούτοις βοηθεῖν ὁμοίως ὥσπερ ἂν αὑτῷ τις ἀδικουμένῳ, καὶ τὰ τῶν νόμων ἀδικήματα κοινὰ νομίζειν.
καθίζω - appoint
ἀνακράζω - cry out for help
(1B 1 2010)

Download a pdf of this passage


Constructions illustrated in this passage: