Home >  Passages > Aristophanes Lysistrata 119-130

Lysistrata proposes a strategy to prevent war that meets with some dissent
Λυσιστράτητοὺς πατέρας οὐ ποθεῖτε τοὺς τῶν παιδίων
ἐπὶ στρατιᾶς ἀπόντας; εὖ γὰρ οἶδ' ὅτι
πάσαισιν ὑμῖν ἐστιν ἀποδημῶν ἀνήρ.
Καλονίκηὁ γοῦν ἐμὸς ἀνὴρ πέντε μῆνας ὦ τάλαν
ἄπεστιν ἐπὶ Θρᾴκης φυλάττων Εὐκράτη.
Μυρρίνηὁ δ' ἐμός γε τελέους ἑπτὰ μῆνας ἐν Πύλῳ.
Λαμπιτῶὁ δ' ἐμός γα καἴ κ' ἐκ τᾶς ταγᾶς ἔλσῃ ποκά,
πορπακισάμενος φροῦδος ἀμπτάμενος ἔβα.
Λυσιστράτηἐθέλοιτ' ἂν οὖν, εἰ μηχανὴν εὕροιμ' ἐγώ,
μετ' ἐμοῦ καταλῦσαι τὸν πόλεμον;
Καλονίκηνὴ τὼ θεώ.
ἔγωγ' ἂν κἂν εἴ με χρείη τοὔγκυκλον
τουτὶ καταθεῖσαν ἐκπιεῖν αὐθημερόν.
Μυρρίνηἐγὼ δέ γ' ἂν κἂν ὡσπερεὶ ψῆτταν δοκῶ
δοῦναι ἂν ἐμαυτῆς παρατεμοῦσα θἤμισυ.
Λαμπιτῶἐγὼ δὲ καί κα ποττὸ Ταύ̈γετόν γ' ἄνω
ἔλσοιμ' ὅπᾳ μέλλοιμί γ' εἰράναν ἰδεῖν.
Λυσιστράτηλέγοιμ' ἄν: οὐ δεῖ γὰρ κεκρύφθαι τὸν λόγον.
ἡμῖν γὰρ ὦ γυναῖκες, εἴπερ μέλλομεν
ἀναγκάσειν τοὺς ἄνδρας εἰρήνην ἄγειν,
ἀφεκτέ' ἐστὶ--
Καλονίκητοῦ; φράσον.
Λυσιστράτηποιήσετ' οὖν;
Καλονίκηποιήσομεν, κἂν ἀποθανεῖν ἡμᾶς δέῃ.
Λυσιστράτηἀφεκτέα τοίνυν ἐστὶν ἡμῖν τοῦ πέους.
τί μοι μεταστρέφεσθε; ποῖ βαδίζετε;
αὗται τί μοιμυᾶτε κἀνανεύετε;
τί χρὼς τέτραπται; τί δάκρυον κατείβεται;
ποιήσετ' ἢ οὐ ποιήσετ'; ἢ τί μέλλετε;
Καλονίκηοὐκ ἂν ποιήσαιμ', ἀλλ' ὁ πόλεμος ἑρπέτω.
(1B Seen)

Download a pdf of this passage


Constructions illustrated in this passage: